Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.246
Not analysed yet
ποιοῦντα. ταῦτ' οὖν ἅπαντα καὶ ὅσα σὺν αὐτοῖς εἴπομεν, ὥσπερ καὶ τὸ ἀποσείσασθαι τὴν ὑγρότητα μικρὸν ἔμπροσθεν ἐπὶ τοῦ κατὰ τὴν ἀνατομίαν ἐρίφου λέλεκται, θαυμαστήν τινα τῆς φύσεως ἐνδείκνυται πρόνοιαν εἰς τὰ ζῷα, καθ' ἣν ὑγιαίνοντά τε φυλάττεται καὶ νοσοῦντα θεραπεύεται. Ἀνθρώπου ψυχὴ αἰεὶ φύεται ἄχρι θανάτου. ἢν δ' ἐκπυρωθῇ, ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ <καὶ> τὸ σῶμα φέρβεται. Μαντείας δεῖ μᾶλλον ἤ τινος μεθόδου, καθ' ἣν εὑρήσει τις, ὅ τί ποτε σημαίνειν βουληθεὶς ἔγραψε τὸ φύεται. δύναται μὲν γὰρ ἀκούεσθαι καὶ <ἀντὶ> τοῦ "γεννᾶται", καθάπερ ὁ Ἀσκληπιάδης ὕστερον ὑπέλαβε, δύναται δὲ καὶ <ἀντὶ> τοῦ "αὐξάνεται", δύναται δ', ὥσπερ τινὲς ἤκουσαν, ἀντὶ τοῦ "διασῴζεται", τροφῇ καὶ ἀναπνοῇ χρωμένων ἡμῶν· ὅσοι γὰρ οἴονται τὴν ψυχὴν εἶναι πνεῦμα, διασῴζεσθαι λέγουσιν αὐτὴν |