Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.248
Not analysed yet
πνεῦμα πρῶτόν τι τῶν ὀργάνων εἶναι τῶν ψυχικῶν, ὅπερ ἦν μοι προπετέστερον ἀποφηναμένῳ ψυχῆς οὐσίαν εἰπεῖν. εἴτε δὲ ἡ ὅλη τοῦ ἐγκεφάλου φύσις ἐκ τῆς τῶν τεττάρων στοιχείων κράσεως εἰς τοιαύτην <τῆς> οὐσίας ἦλθεν [ἢ] ἰδιότητα, καθ' ἣν αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθ' ὁρμὴν ἀρχηγὸς ἔσται τῷ ζῴῳ καὶ δηλονότι <καὶ φαντασίας> καὶ μνήμης τε καὶ νοήσεως, εἴτε τις ἄλλη δύναμις ἀσώματος ὑπὸ τοῦ δημιουργήσαντος ἡμᾶς ἐνδεῖταί τε τῷ ἐγκεφάλῳ καὶ χωρίζεται πάλιν ἀποθνῃσκόντων, οὐδεμίαν ἔχω ἀπόδειξιν βεβαίαν, ἀλλὰ καὶ τοὺς ἀποφηναμένους περὶ τούτων ἡγοῦμαι πλεονεκτεῖν ἐμοῦ προπετείᾳ μᾶλλον ἢ σοφίᾳ. καὶ μέντοι καὶ περιττὸν εἶναι νομίζω τοῖς ἰατροῖς ἐπίστασθαι ψυχῆς οὐσίαν. ἀρκεῖ γὰρ γινώσκεσθαι τοῖς τὴν ἰατρικὴν τέχνην λογικῶς μεταχειριζομένοις, ὡς, ἡ κατὰ φύσιν κρᾶσις αὐτοῦ τοῦ ἐγκεφάλου καὶ τοῦ κατὰ τὰς κοιλίας αὐτοῦ πνεύματος ἄχρι περ ἂν διασῴζηται, ζῆν δυνάμενον τὸ ζῷον. ἐὰν δὲ ἤτοι τὸ κατὰ τὰς κοιλίας πνεῦμα διαφθαρῇ παντάπασιν ἢ τῆς κατὰ φύσιν κρά|