Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.249
Not analysed yet
σεως ἐπὶ πλεῖστον ἐκτραπῇ, μετὰ τῆς κατὰ τὸν ἐγκέφαλον <οὐσίας ἀναγκαῖον αὐτῇ ἢ ψυχικὴν νόσον ἢ θάνατον> ἀκολουθῆσαι. ταῦτα γὰρ γινώσκων ὁ ἰατρὸς τῆς τ' εὐκρασίας αὐτῶν καὶ τῆς ὑπάρξεως προνοήσεται <τοῦ πνεύματος> ἀεὶ κατὰ τὰς εἰρημένας μεθόδους ὑφ' ἡμῶν ἔν τε τοῖς Ὑγιεινοῖς καὶ τοῖς Θεραπευτικοῖς ὑπομνήμασιν, ἃς ἔδειξα πάσας Ἱπποκράτην πρῶτον εὑρηκότα. διὰ τοῦτ' οὖν οὐδὲ γνησίαν νομίζω τὴν προκειμένην ῥῆσιν εἶναι, παρεγγεγράφθαι δ' ὑπό τινος ὥσπερ καὶ ἄλλας οὐκ ὀλίγας, ἴσως δὲ καὶ τὸν υἱὸν αὐτοῦ Θεσσαλόν, <ὃν> ἀθροῖσαί φασι τὰς ὑπογραφὰς τοῦ πατρὸς εὑρόντα γεγραμμένας ἐν χάρταις τε καὶ διφθέραις καὶ δέλτοις, καὶ τοιαύτας τινὰς παρεντεθεικέναι ῥήσεις. τῶν μέντοι γραψάντων ὑπομνήματα τοῦ προκειμένου βιβλίου τινὲς ἀντὶ τοῦ βελτίων γίνεται τὸ φύεταί φασιν εἰρῆσθαι. γίνεσθαι δ' αὐτὴν ἐν τῷ χρόνῳ βελτίονα νομίζουσι τοῖς προνοουμένοις ἐπιστήμης τε καὶ σοφίας, ἀλλ' οὔτε ἰατρικὸς ὁ λόγος οὔθ' ὁμολογῶν τοῖς ἐπιφερομένοις. ὅτι γὰρ ἐπὶ τῆς οὐσίας αὐτῆς εἴρηται τὸ φύεται, δῆλον ἐκ τοῦ φάναι· ἢν δ' ἐκ |