Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.251
Not analysed yet
ᾗ τὰ φυτὰ διοικεῖται, ψυχὴν δὲ ᾗ τὰ ζῷα, τὴν οὐσίαν ἀμφοτέρων μὲν τίθενται τὸ σύμφυτον πνεῦμα καὶ διαφέρειν ἀλλήλων οἴονται ποιότητι. ξηρότερον μὲν γὰρ πνεῦμα τὸ τῆς ψυχῆς, ὑγρότερον δὲ τὸ τῆς φύσεως εἶναι, δεῖσθαι δ' ἄμφω πρὸς διαμονὴν οὐ τροφῆς μόνον, ἀλλὰ καὶ ἀέρος. καὶ ὅσοι γε τοῦ δόγματος τούτου νομίζουσιν ἡγεμόνα τὸν Ἱπποκράτην γεγονέναι, καθάπερ ἐν τῷ Περὶ ἑβδομάδων εἴρηται, τὸ φύεσθαι λέγουσιν εἰρῆσθαι κατὰ τῆς γινομένης ἐν αὐτοῖς προσθέσεως ἐξ ἀμφοτέρων τῶν οὐσιῶν, τῆς τε <τροφῆς καὶ> τοῦ ἀέρος, <ὡς> ἐναργῶς φαίνεται καὶ τὴν ἑκατέρου χρείαν ἐπιστάμεθα (δέδεικται γὰρ ἡ μὲν ἀναπνοὴ τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας φυλάττειν, ἡ δὲ τῶν σιτίων προσφορὰ τὸ διαρρέον τῆς σωματικῆς οὐσίας ἀναπληροῦν) καὶ, εἴπερ εἶδός τι τοῦ σώματός ἐστιν ἡ ψυχή, προσηκόντως ἂν λέγοιτο φύεσθαι μέχρι τοῦ θανάτου. εἰ δ' ἐστὶν ἑτέρα τις αὐτῆς <ἡ> οὐσία, <περὶ ταύτης> τῆς φύσεως, ἣν Ἀριστοτέλης μὲν ὀνομάζει θρεπτικὴν, ἐπιθυμητικὴν δὲ Πλάτων, ἀληθὲς