Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.250
Not analysed yet
πυρωθῇ, ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ <καὶ> τὸ σῶμα φέρβεται. καὶ δόξειε δ' ἂν ἐνδείκνυσθαι τὸ ἐκπυρωθῇ ῥῆμα τὴν οὐσίαν τῆς ψυχῆς ἡγεῖσθαι τὸν Ἱπποκράτην τὸ ἔμφυτον εἶναι θερμὸν, ὃ καὶ τῶν φυσικῶν ἔργων αἰτιᾶται πολλαχόθι. μέγιστον δ' ἐνταῦθα κινεῖται δόγμα διαπεφωνημένον καὶ αὐτοῖς τοῖς φιλοσόφοις. ἔνιοι μὲν ἡγοῦνται μίαν οὐσίαν εἶναι ψυχῆς τε καὶ φύσεως, οἱ μὲν ἐν τῷ πνεύματι τιθέμενοι τὴν ὕπαρξιν αὐτῶν, οἱ δ' ἐν τῇ τοῦ σώματος ἰδιότητι. τινὲς δὲ οὐ μίαν, ἀλλ' ἰδίαν ἑκατέρᾳ τὴν οὐσίαν εἶναί φασι καὶ οὐ σμικρῷ γ' <εἴδει> τινὶ διαφερούσας, ἀλλ' ὅλῳ τῷ γένει, ὅπου γε καὶ τὴν μὲν τῆς φύσεως φθαρτὴν εἶναι ἡγοῦνται, τὴν δὲ τῆς ψυχῆς ἄφθαρτον. Ἀριστοτέλης μὲν οὖν καὶ Πλάτων ὑπὸ μίαν προσηγορίαν ἀμφοτέρας ἄγουσι τὰς δυνάμεις, οὐ μόνον ᾗ λογιζόμεθα καὶ μεμνήμεθα ψυχὴν καλοῦντες, ἀλλὰ καὶ τὴν ἐν τοῖς φυτοῖς, ᾗ τρέφεταί τε καὶ αὔξεται καὶ διασῴζεται, μέχρι περ ἂν ἐν τῷ χρόνῳ ξηρανθῇ. τοῖς Στωϊκοῖς δ' ἔθος ἐστὶ φύσιν μὲν ὀνομάζειν, |