Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.255
Not analysed yet
κοινῆς |ἅπασιν οὔσης, μὴ ὅτι τοῖς ἐμψύχοις, ἀλλὰ καὶ τοῖς ἀψύχοις. ἀπορρεῖ μὲν γάρ τι πάντως αὐτῶν, ἀλλὰ πλεῖστον μὲν τῶν μαλακωτέρων, ἔλαττον δὲ τῶν ἧττον μαλακῶν. οὕτως γοῦν ἔνιοι τῶν παρὰ φύσιν ὄγκων λύονται, διαφορουμένης τῆς οὐσίας αὐτῶν κατὰ βραχὺ χρόνῳ πλείονι, καὶ γίνεται τοῦτο τοῖς καλῶς διαιτωμένοις, ὡς ὅσοι γε πληρωτικῇ διαίτῃ χρῶνται, τὴν ἐπιρροὴν τοῖς πεπονθόσι μέρεσιν ἴσην τῇ διαφορουμένῃ ποιούμενοι φυλάττουσι τὰ πάθη. τρίτον δὲ τρόπον εἴρηκε λύσεως τὴν ἀραίωσιν τοῦ σώματος, ὑπὸ μὲν τῶν ἰατρῶν ἐκ προνοίας γινομένην, ὑπὸ δὲ τῆς γεροντικῆς ἡλικίας σπανίως, ὅταν ἀσθενεστέρας γινομένης τῆς δυνάμεως ἰσχνοτέρας τε τῆς ἕξεως, ἀτροφωτέρου δὲ καὶ τοῦ δέρματος ἀραιωθῶσιν οἱ πόροι. ἡμεῖς μὲν οὖν οὕτως ἐξηγούμεθα τὴν ῥῆσιν, ἀεὶ πειρώμενοι τοῖς ἐπὶ τῶν ἀρρώστων ὁρωμένοις ὁμολογούσας ἐπιδεικνύναι τὰς λέξεις αὐτοῦ, τῶν δ' ἐξηγητῶν οἱ πλεῖστοι πάντα μᾶλλον ἢ τοῦτο πράττουσιν, οἵ γε καὶ νῦν ὡς ἐπὶ πάντων τῶν νοσημάτων εἰρημένου τοῦ λόγου τὰς αἰτίας ἀποδιδόναι πειρῶνται. τού|