Ancient Greek · ~2 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.256
Not analysed yet
των δ' ἀτοπώτερα λέγουσιν οἱ τὰ τοιαῦτα πάθη φάσκοντες ἐν τῷ γήρᾳ λύεσθαι, τῆς ψυχῆς μὲν οὖν ὀργάς, φιλαργυρίας, δεισιδαιμονίας, τοῦ δὲ σώματος ἐρωτικὰς διαθέσεις. Ἴησις ἀντίνοον, μὴ ὁμονοέειν τῷ πάθει. Οὗτος ὁ λόγος ὁ αὐτός ἐστι τῇ δυνάμει τῷ "τἀναντία τῶν ἐναντίων ἰάματα", περὶ οὗ πολλάκις ἤδη διείλεγμαι. Τὸ ψυχρὸν καὶ ἐπικουρέει καὶ κτείνει. Εἰς ἀνάμνησιν ἑαυτῷ καὶ τοῦτ' ἔγραψε τῆς προειρημένης ἀποφάσεως καθόλου μέρος ὑπάρχον. τὸ γάρ τοι ψυχρὸν ἐπικουρεῖ μὲν τοῖς <θερμοῖς πάθεσι, κτείνει δὲ τοὺς ψυχρὰ νοσοῦντας, καὶ οὕτως καὶ τὸ θερμὸν ἐπικουρεῖ μὲν τοῖς> ψυχροῖς πάθεσι, κτείνει δὲ τοὺς |