Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.266
Not analysed yet
ἐπὶ τῶν αἱμορραγούντων τρωμάτων <αὐτὸν ἐνταῦθα συμβουλεῦσαί φασι τὸ κενὸν τῶν τραυμάτων> πληροῦν ἐνθέσει φαρμάκων τε τῶν ἐπιτηδείων καὶ μοτῶν. Ἢν οὖς ἀλγέῃ, εἴριον περὶ τὸν δάκτυλον ἑλίξας ἐγχεῖν ἄλειφα θερμόν, ἔπειτα ὑποθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἴριον ὑπὸ τὸ οὖς ἐπιθεῖναι, ὡς δοκέῃ τί οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν ἀπάτῃ. Ταύτην τὴν ῥῆσιν ὑπώπτευσάν τινες ὡς παρεγγεγραμμένην, οὐχ ἥκιστα διὰ τὸ προσκείμενον ἐπὶ τῷ τέλει λεξείδιον, τὴν ἀπάτην. ὁ μὲν γὰρ πρὸ αὐτῆς λόγος τοιόσδε τίς ἐστιν· "ἐὰν οὖς ἀλγῇ τις, ἔριον περὶ τὸν δάκτυλον ἑλίξας δηλονότι τὸν λιχανὸν (ἐγχωρεῖ δὲ καὶ περὶ τὸν ἀντίχειρα) βρέχων ἀλείφα<τι>, τουτέστιν ἤτοι ἐλαίῳ ἢ πιμελῇ τετηκυίᾳ τὸ ἔριον ἐνστάζειν εἰς τὸ οὖς," ὡς καὶ νῦν εἰώθαμεν ποιεῖν διὰ τῆς ἠμφιεσμένης εἰρίῳ μηλωτίδος, οὐ μόνον ἄλειφα, καθάπερ αὐτὸς