Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.265
Not analysed yet
τετρωμένον μέρος ἐπιρρεῖν αἷμα καὶ μέντοι καὶ τούτου [γυμνοῦ] γινομένου κενοῦσθαι τὰς ἐν ὅλῳ τῷ σώματι φλέβας, ὧν προνοητέον εἶναί φασιν, ὡς ἂν πλησθῶσιν αὖθις. εἶναι δὲ τὴν πλήρωσιν αὐτῶν διττήν, ἀναστελλομένου μὲν ὑπὸ τῶν ψυχόντων καὶ στυφόντων φαρμάκων, καὶ σχήματος <δὲ> ἐπιτηδείου τοῦ συρρέοντος αἵματος. †ἐπὶ τοῦ τετρωμένου τραυματίου ***τινὲς δὲ οὐκ ἐπὶ τραυμάτων μόνον, ἀλλὰ κἀπὶ τῶν σφοδρῶς συντριβέντων ὀστῶν, καὶ μάλιστ' ἐφ' ὧν ἔξω τοῦ δέρματος ἀνέσχε τι μέρος αὐτῶν, ὡσαύτως δὲ κἀπὶ τῶν τοιούτων ἐξαρθρωμάτων ἁπασῶν τε τῶν μεγάλην θλάσιν ἐν τῷ σώματι ποιουσῶν πληγῶν τὸν λόγον εἰρῆσθαί φασι. τρώματα γὰρ ὀνομάζειν Ἱπποκράτην τὰς μεγάλας βλάβας ἔκ τινος τῶν ἔξωθεν γινομένας, εἰ καὶ χωρὶς τραύματος. ἀρίστη δὲ περὶ τοῦ συντρέχειν ἐκ τούτων τὸ αἷμα καὶ πληροῦν τὸ ἐκκενωθὲν αὕτη <ἡ> κατὰ τοὺς ταῦτα λέγοντας ἐξήγησις. ὅτι μὲν οὖν ὁ Ἱπποκράτης εἴθισται τρώματα καλεῖν τὰς τοιαύτας βλάβας ἐν πολλοῖς ἤδη τῶν βιβλίων αὐτοῦ μεμαθήκαμεν. εἰ δὲ καὶ νῦν ἐκείνων μέμνηται, προπετὲς εἰπεῖν. ἔνιοι δ' |