Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.268
Not analysed yet
τῶν ἐξηγητῶν ἐπὶ τῇ τοῦ κάμνοντος ἀπάτῃ πρὸς τὴν τοιαύτην ἐνέργειαν ἀφῖχθαί φασι τὸν Ἱπποκράτην· παρηγορεῖσθαι γὰρ ἐνίοτε κἀκ τῶν τοιούτων τοὺς κάμνοντας ἡγεῖσθαί τε θεραπείαν ἑαυτῶν ἐπιμελεστέραν γίνεσθαι καὶ μέντοι καὶ τὸ μείζονα τῶν ὄντων τὰ πάθη φαίνεσθαι τοῖς κάμνουσι χρήσιμον εἶναί φασιν εἰς τὸ μὴ μέμφεσθαι τοῖς προνοουμένοις, ὡς οὐ ταχέως ἰωμένοις αὐτὰ καὶ πρὸς τὸ πείθεσθαι τῇ κατὰ τὴν δίαιταν ἀκριβείᾳ. τινὲς δὲ προστιθέασιν, ὅτι καὶ μισθοὺς μείζονας καὶ δῶρα θεραπευθέντες δώσουσι τοῖς ἰατροῖς οἱ μεγάλων παθῶν ἀπηλλάχθαι νομίζοντες. ὅπερ αὖ πάλιν ἐνίοις οὐ κατὰ τὴν Ἱπποκράτους προαίρεσιν εἶναι φαίνεται καὶ διὰ τοῦτο τὴν ῥῆσιν ὅλην ὑποπτεύουσιν ὡς παρεγγεγραμμένην. ***οὐδὲ γὰρ οὐδὲ τοῦτ' ἔστιν εἰπεῖν περὶ τῆς προκειμένης ῥήσεως, ὅπερ ἔνιοι πιθανῶς ἔδοξαν εὑρηκέναι, τὴν παρηγορίαν τῆς ὀδύνης ἀπάτην εἰρῆσθαι νομίζοντες, ὡς οὐ ταὐτὸν ὂν ἰάσασθαί τε τὴν νοσώδη διάθεσιν ἐκκόπτοντας τὴν οἷον ῥίζαν αὐτῆς ὀδύνην τε πραῧναι |