Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.269
Not analysed yet
παρηγορήσαντας. ἐνίοτε γοῦν αὐτὸ τοῦτο χείρονα τὴν ὅλην διάθεσιν ἐργάζεται, καθάπερ ἐπὶ τῶν κωλικῶν αἱ δι' ὀπίου καὶ ὑοσκυάμου καὶ μανδραγόρου καὶ στύρακος συντιθέμεναι ἀντίδοτοι. περιψύχουσαι γὰρ αὗται τὰ μόρια καὶ πρὸς τὸ δεύτερον ἐκ τῶν αὐτῶν αἰτιῶν παθεῖν ἑτοιμότερα παρασκευάζουσιν. ἀλλ' οὐδὲ διὰ τὸ πραΰνειν τὴν ὀδύνην, ὡς ἔφην, οἷόν τ' ἐστὶ δέξασθαι προσγεγράφθαι τὴν ἀπάτην. ἐναντιοῦται γὰρ τῷ ὡς δοκέῃ τί οἱ ἐξιέναι, τοῦ γράψαντος οὕτως ἐνδεικνυμένου τῆς τῶν καμνόντων ἀπάτης ἕνεκεν ἐπὶ τὴν τοιαύτην χειρουργίαν ἀφικνεῖσθαι τοὺς ἰατρούς. ἄμεινον οὖν ὑπολαμβάνειν οὐδ' ὅλως εἶναι τὴν ῥῆσιν Ἱπποκράτους. Γλῶσσα οὖρον σημαίνει· γλῶσσαι χλωραὶ χολώδεες, τὸ δὲ χολῶδες ἀπὸ πίονος, ἐρυθραὶ δὲ ἀφ' αἵματος, μέλαιναι δὲ ἀπὸ μελαίνης χολῆς. αὖαι δὲ ἀπὸ λιγνυώδεος ἐγκαύσιος καὶ μητρῴου μορίου, λευκαὶ δὲ ἀπὸ φλέγματος. |