Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.27
Not analysed yet
τινα μὲν εἴπω τῶν εἰρημένων τε καὶ γεγραμμένων, τινὰ <δὲ> παραλείπω, καὶ οὕτως ἔσονταί τινες οἱ μεμψάμενοί τινα μὲν τῶν εἰρημένων ὡς ἐχρῆν παραλελεῖφθαι καὶ ταῦτα ληρώδη γε ὄντα, τινὰ δὲ τῶν παραλελειμμένων ὡς ἐχρῆν εἰρῆσθαι μὴ χείρω τῶν εἰρημένων ὄντα. κατὰ μὲν γὰρ τὰς ὁσημέραι γινομένας συνουσίας ὁποίαν τινὰ βούλονται τὴν ἐξήγησιν ἀκούειν οἱ παρόντες, αὐτῶν ἐκείνων πυθόμενοι ἁρμόττεσθαι πειρῶνται ταῖς βουλήσεσιν αὐτῶν. ἐν βιβλίῳ δ' οὐκ ἔστι πρᾶξαι τοῦτο. διόπερ εἱλόμην ἐν μὲν ταῖς πλείσταις τῶν ῥήσεων ἢ μηδ' ὅλως μνημονεύειν τῶν ὑπαλλαττόντων τὴν ἀρχαίαν γραφὴν ἢ παντάπασιν ἀλλοκότως ἐξηγησαμένων. ἐπί τινων δ' ἤτοι τὰ μὴ παντάπασιν ἀπιθάνως εἰρημένα ***μεμνῆσθαι χρὴ τοὺς ἀναγινώσκοντας τὰ ὑπομνήματα, καθ' ἑκάστην <γὰρ> τὴν ῥῆσιν ἀναμιμνῄσκειν αὐτῶν ἐπαχθές. ὅπερ οὖν ἔλεγον οἱ μὲν περὶ τὸν Σαβῖνον ὡς τοῖς πρῴην τῶν ἀφροδισίων πειρωμένοις συμβαίνει τὰ κατὰ τὴν ῥῆσιν εἰρημένα πάσχειν, ὡς ἀληθὲς ὑποθέμενοι πειρῶνται λέγειν τὴν αἰτίαν αὐτοῦ. τινὲς