Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.26
Not analysed yet
τι παλαιὸν οὔτ' ἐξηγητὴς οἶδεν. ἀλλ' ὅμως οἱ περὶ τὸν Σαβῖνον ἐπὶ τῶν ἀρχομένων ἀφροδισιάζειν τὸν λόγον αὐτῷ εἶναί φασι, καίτοι μνημονεύσαντος αὐτονομαστὶ τοῦ Ἱπποκράτους ἑνὸς ἀνθρώπου, τοῦ Δαμναγόρου. τοῦτο δ' εἴωθε ποιεῖν, ὅταν ὀλίγοις τισὶ γινόμενον πρᾶγμα διέρχηται. καὶ χωρὶς δὲ τοῦ γεγράφθαι τι περὶ τούτων Ἱπποκράτει τὸ φαινόμενον ἐχρῆν ἐκ τῆς πείρας μαθεῖν. οὐ γὰρ συμβαίνει τοῖς ἀρχομένοις ἀφροδισίων ἐμφυσᾶσθαι τὴν κοιλίαν ἢ ψόφον ἴσχειν ἐν αὐτῇ, ἀλλὰ μᾶλλον ἐνίοις ἐν τῷ σπανίῳ τῶν παρακμαζόντων τε καὶ τὸ καλούμενον πάθημα φυσῶδές τε καὶ ὑποχονδριακὸν καὶ μελαγχολικὸν ἐχόντων ἐμφυσᾶσθαι συμβαίνει μᾶλλον τὴν γαστέρα, ὅταν ἀφροδισίοις χρήσωνται. τοῖς δ' αὐτοῖς τού<τοις> ὑπάρχει καὶ τὸ συνεχῶς ὀρέγεσθαι μίξεως. ὅπερ οὖν πολλάκις ἤδη πρόσθεν εἶπον, ἐάν τε παραλείπω τὰς γραφὰς ἃς ἐποιήσαντο κατὰ τήνδε τὴν ῥῆσιν, ἐάν τ' εἴπω πάσας, ἑκατέρῳ μέμψονται πολλοὶ ταῖς ἑαυτῶν ἐπιθυμίαις κρίνοντες τὸ σύμμετρον ἐν τοῖς λόγοις, οὐ τῇ τῶν πραγμάτων φύσει. καὶ μέντοι κἄν |