Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.271
Not analysed yet
ἐστι καὶ τοῦ αὐτοῦ σχεδόν τι γένους ἡ ξανθὴ χολὴ τῇ ὠχρᾷ. λέγουσι δὲ τοὐπίπαν ἄνευ τοῦ προσθεῖναι τὴν ὠχρὰν ἁπλῶς οὕτως χολὴν ἐμημεκέναι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς ξανθῆς σπανίως ἔστιν εὑρεῖν ἁπλῶς τινα λέγοντα. προστιθέασι γὰρ εὐθέως αὐτῇ τὸ τοῦ χρώματος ὄνομα, ξανθὴν χολὴν ἐμημεκέναι τόνδε τινὰ λέγοντες ἢ ἄκρατον χολήν. ἰώδη δὲ καὶ μέλαιναν χολὴν οὔτ' ἰατρός τις οὔτ' ἰδιώτης ὠνόμαζεν ἄνευ προσθήκης, ὥσπερ οὐδὲ ἰσατώδη καὶ πρασοειδῆ καὶ λεκιθώδη. καὶ γὰρ ταῦτα ὀνόματα χολῶν ἐστιν ὑπό τινων ἰατρῶν εἰρημένα παρωνύμως ταῖς χρόαις, ἃς ἔχουσιν. οὕτως δὲ καὶ τὴν ἐρυθρὰν χολὴν ὀνομάζουσιν, αἵματος οὖσαν ὀρρόν. ἡ δὲ λεκιθώδης τῆς ξανθῆς παχυνθείσης γίνεται χολῆς, καθάπερ ἡ ὠχρὰ προσλαβούσης ὑδατώδη τινὰ οὐσίαν. αἱ τοίνυν χλωραὶ γλῶτται νῦν εἴρηνται σαφῶς ἀντὶ τῶν ὠχρῶν, ὑπὸ τῆς ὠχρᾶς χολῆς βαπτόμεναι. μεγάλας τε γὰρ ἔχουσα φλέβας ἡ γλῶττα καὶ κατὰ τὴν οὐσίαν οὖσα χαύνη τε καὶ σπογγοειδὴς ἑτοιμοτέρα τῶν ἄλλων ἐστὶ μορίων, ὅσα σκληρὰ καὶ πυκνά, δέξασθαί τε τοὺς |