Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.272
Not analysed yet
ὀρρώδεις χυμοὺς εἰς αὐτὴν βαφῆναί τε πρὸς αὐτῶν ὥσπερ τὰ ἔρια. παρέγκειται δὲ τῷ λόγῳ τὸ χολῶδες ἀπὸ πίονος ἐνδεικνυμένου τἀνδρὸς τὴν γένεσιν τῷ χολώδει πλείστην ἐκ τοῦ πίονος ἐν τῇ τροφῇ γίνεσθαι. πίονα δὲ ἀκουστέον οὐ μόνον τὸ λιπαρόν, ἀλλὰ καὶ τὸ γλυκὺ καὶ ὅλως τὸ ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἡδύ. μόνοι γὰρ οἱ παρὰ φύσιν διακείμενοι πικροῖς καὶ στρυφνοῖς καὶ ὀξώδεσιν ἐδέσμασι χαίρουσιν. οἱ δὲ κατὰ φύσιν ἔχοντες καὶ ἀπέριττοι τά τε λιπαρὰ καὶ τὰ γλυκέα καὶ τά γε μηδεμίαν ἔχοντα ἰσχυρὰν ποιότητα μεθ' ἡδονῆς προσφέρονται. πάντ' οὖν τὰ τοιαῦτα τὸ πῖόν ἐστιν ἐν τροφῇ καὶ διὰ τοῦτο καὶ "πίονα ἄρουραν" καὶ "λιπαρὰν χώραν" εἰρήκασι πολλοὶ τῶν παλαιῶν, εὔφορον ἐνδεικνύμενοι διὰ τῶν προσηγοριῶν τούτων ὑπάρχειν αὐτὴν τῶν ὑγιαίνουσιν ἡμῖν ἀμέμπτως ἐσθιομένων καρπῶν. ὅτι δ' ἔκ τε μέλιτος καὶ ὅλως τῶν γλυκέων, ὅταν ἐπὶ πλέον θερμανθῶσιν, ὁ πικρόχολος γεννᾶται χυμός, ἐν τῷ Περὶ τῆς <τῶν> ἁπλῶν φαρμάκων δυνάμεως ἐπιδέδεικται κατὰ |