Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.282
Not analysed yet
κράσεως εἰς ψυχροτέραν μεθιστάμενον ὀλίγῳ τοῦ συμμέτρου κατὰ τὴν κρᾶσιν ἀέρος θερμοτέρου, τὸ δ' ἐπὶ πολὺ πολλῆς καὶ τῆς εἰς τοὐναντίον ὑπερβολῆς δεῖται. καὶ περὶ χωρίων δὲ τὸν αὐτὸν εἰρῆσθαί σοι νόμιζε λόγον. ἀκριβῶς γὰρ ἀλλήλοις ἐστὶν ἐναντία τὰ τοῦ συμμέτρου τε καὶ μέσου παραχωροῦντα τὸ ἴσον ἑκατέρωσε. Τὰ ἀσθενέστερα σιτία ὀλιγοχρόνιον βιοτὴν ἔχει. Σιτίον ἀσθενὲς οὐκ ἄλλο τι δυνατόν ἐστιν ἀκούειν τοῦ βραχεῖαν τροφὴν διδόντος τῷ σώματι, τοιαῦτα δ' ἐστὶ τά τε λάχανα καὶ τῶν ἀκροδρύων τὰ πλεῖστα. ταῦτ' οὖν, φησίν, ὀλιγοχρόνιον βιοτὴν ἔχει, τουτέστι τοὺς χρωμένους αὐτοῖς ὀλιγοχρονίους ἐργάζεσθαι πέφυκεν, ἢ αὐτὰ τὰ σιτία ταχέως ἐκ τοῦ σώματος κενοῦται. κακόζηλον δ' ἐστὶ τὴν ἐν τῷ σώματι μονὴν τῶν σιτίων ζωὴν ἀκούειν αὐτῶν. |