Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.281
Not analysed yet
Γῆν μεταμείβειν σύμφορον ἐπὶ τοῖσι μακροῖσι νοσήμασιν. Εἴτε πλέων εἴτε πεζ<εύ>ων τις εἰς ἑτέραν ἀφικνοῖτο γῆν, ἥ τε κίνησις ἡ κατὰ τὴν ὁδοιπορίαν ἢ τὸν πλοῦν ἥ θ' ὑπαλλαγὴ τοῦ ἀέρος ὀνήσει, καὶ μάλισθ' ὅταν εἰς ἐναντίαν ἔχοντα κρᾶσιν ἀέρα μεταστῇ. λέγω δ' ἐναντίαν οὐ μόνον τῇ κατὰ τὴν οἰκείαν τοῦ κάμνοντος χώραν, ἀλλὰ καὶ τῇ κράσει τοῦ νοσήματος. εἰ μὲν γὰρ ὑγρὸν εἴη, ξηροτέρου τοῦ ἀέρος, εἰς ὃν μεταβαίνει, δεήσεται· εἰ δὲ ξηρόν, ὑγροτέρου· κατὰ τὴν αὐτὴν δὲ <ἀναλογίαν> [καὶ] ψυχροτέρου μέν, εἰ θερμὸν εἴη, θερμοτέρου δέ, εἰ ψυχρόν. κατὰ τὴν αὐτὴν δὲ ὑγροτέρου καὶ ψυχροτέρου, εἰ θερμὸν εἴη καὶ ξηρόν. οὕτω δὲ καὶ κατὰ <τὰς ἄλλας> συζυγίας. ἔτι δὲ μᾶλλον ὠφελήσει τὸν μεθιστάμενον, ἐὰν κατὰ τὰ μέτρα τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς τοῦ νοσήματος ἡ πρὸς τὸν ἀέρα τὸν ἐναντίον γίνηται μεταβολή. τὸ μὲν γὰρ ἐπ' ὀλίγον ἐκ τῆς κατὰ φύσιν |