Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.284
Not analysed yet
Λαγνείη τῶν ἀπὸ φλέγματος νούσων ὠφέλιμον. Οὐ πᾶσιν, ἀλλὰ τοῖς ἰσχυροῖς τὴν δύναμιν ὠφέλιμός ἐστιν ἡ λαγνεία νοσοῦσιν ἀπὸ φλέγματος. οἱ γὰρ ἀσθενεῖς εἰς ἔσχατον ἀρρωστίας ὑπ' αὐτῆς ἀφικόμενοι βλαβήσονται μεγάλως, οἱ δ' ἰσχυρὰν ἔχοντες τὴν δύναμιν †οὔτε καταλυθήσονται <ἀλλὰ> καὶ ὠφεληθήσονται, ξηραινούσης τῆς λαγνείας τὴν τοῦ φλέγματος περιουσίαν. μεμαθήκατε γὰρ ὅτι λαγνεία ξηραίνει, καθάπερ ἀγρυπνία, διὰ τὸ διαφορεῖν ἐπὶ πλέον τοὺς χυμούς. ἀλλὰ καὶ θερμαίνει τὸ σῶμα τοῖς ἐρρωμένην ἔχουσι τὴν δύναμιν ἡ λαγνεία, τοῖς δ' ἀσθενέσιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα γενναίως. Θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ ταρακτικά. |