Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.285
Not analysed yet
Οὐχ ὡς ἔμπροσθεν ἰσχυρὰν δίαιταν ἔφαμεν εἶναι τὴν τῶν πολυτρόφων σιτίων, οὕτω καὶ νῦν ἀκουστέον ἐστὶν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ τὰ πολλὴν διδόντα τῷ σώματι τροφήν, ἀλλὰ τὰ τὴν δύναμιν ἔχοντα <δριμεῖαν>, κρόμυα δηλονότι καὶ σκόροδα καὶ σίλφιον καὶ ὀπὸν οἶνόν τε παλαιότατον, ὅσα τ' ἄλλα τοιαῦτα τὴν φυσικὴν δυσκρασίαν αὐξάνοντα. τὰ δὲ ταύτης ἐναντία χρησιμώτατα. πολλάκις γὰρ ἤδη μεμαθήκαμεν ὡς τὰς μὲν ἀμέμπτους φύσεις ὠφελεῖ τὰ ὅμοια, τὰς δὲ δυσκράτους ὥσπερ καὶ τὰς νόσους τὰ τῆς καθεστώσης αὐταῖς κράσεως ἐναντία. τινὲς δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον τῆς ἐχομένης ῥήσεως τὴν ἀρχὴν τέλος ἐποιήσαντο τῆς νῦν προκειμένης, ὡς γίνεσθαι τοιαύτην· θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ ταρακτικὰ μελαίνης χολῆς. ὅτι μὲν οὖν ταρακτικὰ τῶν κατὰ τὴν γαστέρα μάλιστά ἐστι τοῖς θερμοκοιλίοις τὰ τοιαῦτα πρόδηλον, οὐ μὴν ὁμοίως γε τὰ καθ' ὅλον τὸ σῶμα ταράττει πᾶσιν, ἀλλὰ καὶ τοῖς τὴν ἐν τούτοις κρᾶσιν ἤτοι θερμὴν ἢ ξηρὰν ἔχουσιν ἢ |