Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.287
Not analysed yet
οἱ πλεῖστοι μὲν οὖν αὐ|τῶν αἷμα μέλαν ἐκκενοῦνται διὰ τῆς αἱμορροΐδος, οὐ μὴν ἅπαντές γε. γίνεται δ' οὐ κατὰ μίαν αἰτίαν αἱμορροΐς, ἀλλ' ἐνίοτε μὲν οὖν αὐτῆς τῆς φύσεως ἐκκαθαιρούσης τὸν μελαγχολικὸν χυμόν, ἐνίοτε δὲ πλῆθος ἐκκενούσης, ὡς καὶ τοῖς διὰ ῥινῶν αἱμορραγοῦσιν, ἔστι δ' ὁτὲ φλεβὸς ἀναστομωθείσης τῇ βίᾳ τοῦ κατασκήψαντος εἰς αὐτὴν <αἵματος> ἄνευ τοῦ τὴν φύσιν ἐργάζεσθαι τοῦτο προνοητικῶς, διὸ καὶ τὸ κενούμενον ἐνίοτε μέλαν οὔκ ἐστιν. καὶ μέντοι καὶ τῆς φύσεως ἕνεκα τοῦ τὸ μέλαν ἐκκενῶσαι τὴν ἀναστόμωσιν ἐργαζομένης, συμβαίνει δή ποτε κενωθέντι τῷ μοχθηρῷ τὸ χρηστὸν συνακολουθεῖν, ὅταν μὴ φθάσῃ μύσαι τὸ ἀγγεῖον, ἀλλ' ἐπὶ πλέον ἀνεστομωμένον διαμένῃ. κατὰ τὴν προκειμένην οὖν ῥῆσιν οὐ τοῦτο λέγειν αὐτὸν ἡγητέον, ὅτι πᾶσα τὴν χολὴν μέλαιναν αἱμορροῒς ἐκκενοῖ καὶ διὰ τοῦτο τοὺς μελαγχολικοὺς ὠφελεῖ μὲν γενομένη, βλάπτει δ' ἐπισχεθεῖσα καὶ ὡς ἀναστομωτέον αὐτήν ἐστιν, εἰ μύσειεν. |