Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.286
Not analysed yet
κατ' ἄμφω δύσκρατον, ὥστ' οὐ μόνον χολῆς μελαίνης ἐστὶ ταρακτικὰ τὰ τοιαῦτα τῶν ἐδεσμάτων, ἀλλὰ καὶ τῆς ξανθῆς. ἴσως δ' ἐπεὶ μείζονα βλάβην ἡ μέλαινα χολὴ ταραχθεῖσα φέρει, διὰ τοῦτ' ἐπ' αὐτῆς ἠξίωσαν ἀκούειν τοῦ λόγου κατ' ἐξοχήν. οἱ πλεῖστοι δὲ περιγράψαντες αὐτὴν καθ' αὑτὴν τὴν προκειμένην ῥῆσιν ἀρχὴν τῆς ἑπομένης ἐποιήσαντο τὸ <"μελαίνης χολῆς">. Μελαίνης χολῆς ἐς ὅμοιον αἱμορροΐδι. τὸ μὲν οὖν τὰς μελαγχολίας ὑπὸ τῆς αἱμορροΐδος ὠφελεῖσθαι τῶν ἐναργῶς φαινομένων ἐστὶ καὶ πολλοὺς ἐπιστάσης αὐτῆς ἐθεασάμεθα μελαγχολήσαντας, ἐνίους δ' οὐ μόνον ἅπαξ ἢ δίς, ἀλλὰ καὶ τρὶς καὶ τετράκις εἰς μελαγχολίαν ἐμπεσόντας ἅμα τῷ στῆναι τὴν αἱμορροΐδα, τινὰς δὲ καὶ καθ' ἕκαστον ἔτος εἰς τὸ πάθος ἐπιφερομένους, εἰ μὴ φθάσειαν ἤτοι δι' αἱμορροΐδος ἢ διὰ τοῦ καθαρθῆναι μέλαιναν χολὴν ὠφεληθέντες.