Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.289
Not analysed yet
τὰ πάθη ταῦτα γινόμενα πλὴν τῆς ἐπιληψίας, ἣν καὶ δι' αὐτὸ τοῦτο πρὸς τῶν παλαιῶν ὀνομασθῆναι συνέβη "παίδειον πάθος". γίνεται δὲ καὶ ὁ κατὰ τὴν κύστιν λίθος παισίν, ἀλλ' οὐχ οὕτως πολλοῖς ὡς ἐπιληψία. ταύτην μὲν οὖν ἐν τῇ μεταβολῇ τῆς τῶν παίδων ἡλικίας ὡς τὰ πολλὰ συμβαίνει λύεσθαι τοῖς μὴ μεγάλα πλημμελοῦσι περὶ τὴν δίαιταν. ὁ δ' ἐν τῇ κύστει λίθος οὐχ ὑπὸ μεταβολῆς ἡλικίας, ἀλλ' ὑπὸ χειρουργίας μόνης θεραπεύεται. γινώσκοντες οὖν ἡμεῖς καὶ χωρὶς τῆς προκειμένης ῥήσεως, ὅτι [τε] τὴν ἐπιληψίαν καὶ τὰ ἄλλα ὅσα φλεγματικὰ νοσήματα μεγάλως ὀνίνησιν ἡ μεταβολὴ τῆς τῶν παίδων ἡλικίας εἰς τὴν τῶν μειρακίων, εἰ καὶ χωρὶς ἀφροδισίων χρήσεως γίνοιτο, πρὸς τούτῳ δ' ἐπιστάμενοι καὶ ὡς οὔτε νεφρῖτις οὔτε πυρετὸς τεταρταῖος οὔτε ἀρθρῖτις παύεται δι' ἀφροδισίων, ὑπὸ μὲν τῆς προκειμένης ῥήσεως αἰνιγματώδους οὔσης οὐδὲν διδασκόμεθα, καθάπερ οὐδ' ὑπ' ἄλλης οὐδεμιᾶς τῶν τοιούτων. καὶ γὰρ τὴν ὠφέλειάν ποτε τῷ ψύχειν ἐργάζεται μόνους ἐκείνους