Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.290
Not analysed yet
ὀνινᾶσα τοὺς αἰθαλώδεις ἢ κα|πνώδεις διαπνοὰς ἴσχοντας διὰ φυσικὴν δυσκρασίαν. οἵτινες γὰρ, ὅταν ἐπισχεθῶσιν αὐτάς, βλάπτονται μεγάλως, οὗτοί γε πρὸς τῶν ἀφροδισίων ἐν καιρῷ καὶ μέτρῳ γινομένων ὠφελοῦνται. Ψῦξις τὰ κατὰ κοιλίην σκληρύνει. Καὶ κατὰ ταύτην τὴν ῥῆσιν τὸ μέν τι χρήσιμόν ἐστιν ἅπασι τοῖς τὴν τέχνην μετιοῦσιν, ἄν τ' οὖν ἐμπειρικοὶ τύχωσιν ὄντες ἄν τε δογματικοί, τὸ δέ τι μόνοις τοῖς τὰς αἰτίας ἑκάστου τῶν γινομένων ἐπίστασθαι προῃρημένοις. ἐρῶ δὲ <πρότερον> περὶ προτέρου, τοῦ χρησίμου πᾶσιν. ἐν τοίνυν τῇδε τῇ λέξει ψῦξις τὰ κατὰ κοιλίην σκληρύνει κοινῇ μὲν ἐδέξαντο πάντες, οὓς κἀγὼ γινώσκω, περὶ τῶν διαχωρουμένων αὐτῷ τὸν λόγον εἶναι, τὸν αὐτὸν ὄντα δυνάμει τῷ κατὰ τοὺς Ἀφορισμούς· "ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοι|