Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.29
Not analysed yet
οὐ γὰρ συμβαίνει ταῦτα τοῖς ἀρχομένοις ἀφροδισίων μειρακίοις, ἀλλὰ τοῖς μελαγχολικοῖς καὶ φυσώδεσιν ὀνομαζομένοις, οἳ καὶ μετὰ τὴν παρακμαστικὴν ἡλικίαν τὰ τοιαῦτα πάσχουσιν. ὅλως γὰρ τὸ φύσης ἐμπίπλασθαι δι' ἀσθένειαν γίνεται τῆς ἐμφύτου θερμάσιας. ἐρρωμένης γὰρ ταύτης τῶν τοιούτων οὐδὲν συμβαίνει. Ἀριστοτέλης δ' ἐν τοῖς Προβλήμασι καὶ τὴν αἰτίαν ζητεῖ, δι' ἣν ἀφροδισιαστικοὺς συμβαίνει γίνεσθαι τοὺς μελαγχολικούς, ἀθροίζεσθαί τε πνεῦμά φησιν αὐτοῖς ἐν ὑποχονδρίοις φυσῶδες οὐκ ὀλίγον, διὸ πνευματώδη τε καὶ ὑποχονδριακὰ προσαγορεύεσθαι τὰ τοιαῦτα πάθη, καὶ Διοκλῆς δὲ καὶ Πλειστόνικος ἕτεροί τε πολλοὶ τῶν ἰατρῶν οὕτως ὀνομάζεσθαί φασιν αὐτά. οὐ χεῖρον δὲ καὶ λέξιν τινὰ τῶν τῷ Ἀριστοτέλει γεγραμμένων εἰπεῖν ἔχουσαν ὧδε· "διὰ τί οἱ μελαγχολικοί <εἰσιν> ἀφροδισιαστικοί; ἢ ὅτι πνευματώδεις. τὸ γὰρ σπέρμα πνεύματος ἔξοδός ἐστι. διότι οὖν πολὺ τὸ τοιοῦτον, ἀνάγκη πολλάκις ἐπιθυμεῖν καθαίρεσθαι, κουφίζονται γάρ." διὰ τοῦτ' οὖν καὶ Ῥοῦφος