Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.30
Not analysed yet
[ἔλεγεν] ἀντὶ τοῦ ψόφος εἵλετο γρά|φειν "φόβος", ἵνα ὁ λόγος ᾖ τῷ Ἱπποκράτει περὶ τῶν μελαγχολικῶν, οἷς ἐστιν ἰδιαίτατος ὁ φόβος· ἄλλῳ μὲν γὰρ ἄλλο φοβερόν, ἓν γοῦν τι πάντως καθ' ἕκαστον αὐτῶν, ὅταν γε τὰ μέτρια δυσθυμῶσιν, εἰ δὲ μή, καὶ δύο καὶ πλείω καὶ πάνυ πολλὰ καί τισιν αὐτῶν ἅπαντα. γενήσεται <δ'> οὖν κατὰ μὲν τὸν Ῥοῦφον ἡ λέξις οὕτως ἔχουσα· οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστήρ, ὡς Δαμναγόρᾳ, οἷσι δ' ἐν τούτοις ὁ φόβος· κατὰ δὲ τοὺς παλαιοὺς ἐξηγητάς, ὡς ἐν ἀρχῇ γέγραπται, τὴν γὰρ ἐκείνων γραφὴν ἀεὶ προστίθημι, κἂν ἡμαρτῆσθαι δοκῇ κατὰ τοὺς πρώτους ἀντιγραψαμένους. ἄμεινον γάρ, ὡς εἶπον ἤδη πολλάκις, ὅπως εὑρέθη γεγραμμένον εἰπόντας, οὕτως ἤδη προσεπινοεῖν αὐτούς τι δηλοῦντας αὐτὸ τοῦτο. λέλεκται δὲ καὶ ἡ <τῶν> περὶ τὸν Σαβῖνον ἐξήγησις [τε]. Καπίτων δὲ οὕτως ἔγραψεν· ἔστιν οἷς, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστήρ, ὡς Δαμναγόρᾳ, οἷσι δ' ἐν τούτοισι, ψόφος. Διοσκουρίδης δὲ οὕτως· οἷσι μὲν, ὅταν |