Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.293
Not analysed yet
περιεχομένοις κατὰ τὴν κοιλίαν οὐκ ἄν ποτε συμβαίη ζῶσιν ἡμῖν, ἡ δὲ διὰ τὴν πολυχρόνιον ἔνδον μονήν, ὅταν χωρὶς τοῦ τὴν πέψιν ἢ τὴν ἀνάδοσιν βεβλάφθαι γένηται, πάντως ἀκολουθήσει. λείποι δ' ἂν οὖν ἔτι τὸ ἀναβληθὲν ἐπιδεῖξαι, διὰ τίνα αἰτίαν, ὅταν ψυχρὸς ὁ περιέχων ἡμᾶς ἀὴρ γένηται, χρονίζει τὰ κατὰ τὴν κοιλίαν. ἔστι δὲ τὸ συμβαῖνον τοιοῦτον. φυσικὸν μὲν γὰρ ἔργον ἐστὶν ἡ τῶν σιτίων διὰ τῶν ἐντέρων φορὰ καὶ δέδεικται κατὰ <τὰ Περὶ> τῶν φυσικῶν δυνάμεων ὑπομνήματα γινομένη τῇ περιστολῇ τῶν ἐντέρων. ἐπίκεινται δὲ κατὰ τὸ κάτω πέρας οἱ κλείοντες τὴν ἕδραν μῦες, οἵτινες ἐν τῷ κρύει συνάγονταί τε καὶ σφίγγονται, τὴν ἐναντίαν λαμβάνοντες διάθεσιν ἢ ὅταν αἰονᾷ τις αὐτοὺς ὕδατι θερμῷ. χαλῶνται μὲν γὰρ τηνικαῦτα καὶ δέχονται τὰ καταφερόμενα τῇ θλίψει τε καὶ περιστολῇ τῶν ἐντέρων [καὶ] ἐπὶ τὴν ἕδραν περιττώματα, καὶ μάλισθ' ὅταν προκαλῆται <διὰ> τὸ θερμόν· ὡμολόγηται γὰρ καὶ τοῦτο προκλητικὸν ἀποκρίσεως εἶναι. τῶν δὲ κατὰ τὴν ἕδραν ψυχομένων καὶ διὰ τοῦτο συναγομένων τε καὶ σφιγγομένων τοὐναντίον ἀκολου- |