Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.292
Not analysed yet
ἀδύνατον εἰς τοσαύτην ψῦξιν ἐλθεῖν, ὥστε βρωτὰ καὶ ποτὰ παγέντα σκληρυνθῆναι, καθάπερ τὰ ἐκτὸς ἐν χειμῶνι (τεθνήξεται γὰρ θᾶττον ὁ ἄνθρωπος ἢ τοσαύτην ἕξει ψῦξιν), ἀλλὰ μόνον ὅταν ὑπὸ τοῦ περιέχοντος ψύχηται τὰ ἔξωθεν μέλη τοῦ σώματος, ἀβλαβῶν ὄντων τῶν κατὰ τὴν γαστέρα, φαίνεται σκληρυνόμενα τὰ διαχωρήματα, θερμοτέρας γινομένης τῆς κοιλίας, ὥσπερ αὐτὸς ἔλεγεν "αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει." καὶ τούς γ' ἐξηγητὰς εὕροις ἂν ἀεὶ λέγοντας ἀντιπεριΐστασθαι τὸ θερμὸν τῷ ψυχρῷ, πρὸς τὸ βάθος τοῦ σώματος ὑποχωροῦν, ὁπόταν ψυχθῇ τὰ ἐκτός. οὕτως οὖν καὶ νῦν φημί, τῆς μὲν [τῆς] γαστρὸς θερμοτέρας γινομένης, τῆς δὲ ὑποχωρήσεως ἐπεχομένης, δι' ἣν ὀλίγον ὕστερον αἰτίαν ἐρῶ, πέττεσθαί τε ἅμα κάλλιστα καὶ ἀναδίδοσθαι τὸν ἐκ τῆς τροφῆς χυλὸν ἅπαντα. τούτου δὲ συμβαίνοντος ἀκόλουθόν ἐστι ξηραίνεσθαι τὰ διαχωρήματα, τούτῳ δ' ἕπεται τὸ σκληρύνεσθαι. δυοῖν γὰρ τούτων αἰτίων σκληρυνόντων, οἷς ἂν ὁμιλήσῃ σώμασιν, ὧν τὸ μὲν ψῦχόν ἐστι, τὸ δὲ ξηραῖνον, ἡ μὲν ἐκ τῆς ψύξεως αἰτία τοῖς |