Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.298
Not analysed yet
τε καὶ τροφῇ καὶ ὅλως ὑγραίνειν κελεύει, δηλονότι καὶ λουτροῖς χρῆσθαι πλείοσιν ἐν ὕδασι ποτίμοις, ὑγραίνει γὰρ καὶ ταῦτα. καὶ νῦν δὲ προσέθηκε τῇ ῥήσει τὸ φαγεῖν, ἤτοι καθ' ὃν χρόνον <λαμβάνει> τὸν ἐλλέβορον ὁ ἄνθρωπος ἢ καὶ κατὰ τὴν ἔμπροσθεν δίαιταν, ἧς καὶ ἄλλο τι κεφάλαιον ἔφαμεν εἶναι τὸ λεπτύνειν τοὺς χυμοὺς καὶ τὰς ὁδοὺς τοῖς ἐπὶ τὴν [κατὰ τὴν] γαστέρα καταφερομένοις χυμοῖς εὐπετεῖς παρασκευάζειν. ἐν γὰρ τῷ "εὔροα ποιεῖν", ὃ κατὰ τοὺς Ἀφορισμοὺς ἐκέλευσε, περιέχεται ταῦτα. Τὸ αἷμα ἐν ὕπνῳ εἴσω μᾶλλον φεύγει. Καὶ κατὰ τὸν ἔμπροσθεν λόγον αὐτὸς ἔγραψε τήνδε τὴν λέξιν· "ὁ ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ ἔσω δὲ ψυχρότερος, καθεύδων τἀναντία." καὶ νῦν οὖν νόμιζε τῆς προκειμένης εἶναι κοινὴν ἐκείνην τὴν ἐξήγησιν. ἃ γὰρ ἐπὶ |