Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.299
Not analysed yet
τοῦ θερμοῦ τῆς κινήσεως καὶ τῆς μεταστάσεως ἤκουσας ἐγρηγορότων τε καὶ κοιμωμένων, ταῦτα νόμιζε καὶ περὶ τοῦ αἵματος ἀκηκοέναι. τὸ γὰρ ἔμφυτον θερμὸν ἐν τούτῳ τε καὶ τοῖς ἐκ τούτου τρεφομένοις ἐστὶ πλεῖστον. Ῥῖγος ἀπὸ τῆς ἄνω κοιλίης, πῦρ δὲ μᾶλλον ἀπὸ τῆς κάτω. τῶν κατὰ τὴν κοιλίαν μορίων τὸ μὲν ἄνω ῥίγους μᾶλλόν ἐστι, τὸ δὲ κάτω πυρετοῦ γεννητικὸν ἢ αἰσθητικὸν ἢ ἀρκτικόν, ὅπερ καὶ πιθανώτατόν ἐστι, καὶ δι' αὐτό γε τοῦτο προσκεῖσθαι νομίζω τὸ μᾶλλον, ὡς ἀλλήλοις παραβαλλομένων μόνον τῶν εἰρημένων <μορίων>. ἀλλ' εἰ καὶ τοῦτο συγχωρήσαιμεν, ἐπέρχεταί τις ἄλλη ζήτησις οὐκ εἰδότων ἡμῶν, πότερον, ὅταν ἐν φλεγμονῇ γένηται τὰ εἰρημένα μόρια, τοῦτο αὐτοῖς ἕπεσθαί φησιν ἢ ὅταν εἰς αὐτὰ συρρεύσωσι χυμοί τινες ἐκ τοῦ σώματος δακνώδεις ἢ ὅταν ἡ τροφὴ <δια>φθαρῇ. καί μοι |