Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.3
Not analysed yet
αἴτιον γίνεται), δύ|ναται δὲ καὶ χωρὶς τοῦ συνάπτεσθαι τῇ ναρκώσει τῆς κοιλίας ἀκούεσθαι τῆς κατὰ τὰς φλέβας μοχθηρᾶς πέψεως, †ἵν', ὥσπερ ἡ κατὰ τὴν γαστέρα πέψις οὐ καλῶς ἐπιτελουμένη πολλὰ συγχεῖ καθ' ὅλον τὸ ζῷον, οὕτω καὶ ἡ κατὰ τὰς φλέβας ἀποτυγχανομένη πρῶτον μὲν ἀκαθαρσίαν ἐν ταῖς φλεψὶ ποιεῖ, τουτέστι μοχθηρῶν χυμῶν πλεονεξίαν, εἶτα δὴ καὶ βλάβην μεγάλην, ὥστε τὸ μεταξὺ τοῦ τε κοιλίης νάρκωσις καὶ τοῦ τῶν ἀγγείων ἀκαθαρσία κοινὸν ἀμφοῖν εἶναι, ὅπερ αὐτὸς ὠνόμασε τῶν ὅλων σύγχυσιν. τὸ δ' ἐφεξῆς εἰρημένον ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν· ὅταν ὁ ἐγκέφαλος ἐλάττων ἑαυτοῦ γένηται κατὰ πολύ, συμβαίνῃ δὲ τοῦτο τοῖς ξηρότερον αὐτὸν ἔχουσι φύσει, τότ' ἀφίσταται τῶν ὑπερκειμένων ὀστῶν, ἃ καλοῦσιν οἱ ἀνατομικοὶ βρέγμα. ἔστι δὲ δύο ταῦτα, περιγραφόμενον ἑκάτερον [δὲ] εὐθείαις γραμμαῖς τέτταρσι, μιᾷ μὲν τῆς κατὰ τὸ μέσον ῥαφῆς κοινῆς οὔσης ἀμφοτέροις τοῖς ὀστοῖς, ὄπισθεν δὲ ταῖς πλευραῖς