Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.4
Not analysed yet
τῆς λαβδοειδοῦς, ἔμπροσθεν δὲ ταῖς τῆς στεφανιαίας, ἑκατέ|ρωθι δὲ ταῖς λεπιδοειδέσιν. τῶν δ' ἄλλων μερῶν τοῦ κρανίου μάλιστα μὲν οὐδ' ἀφίσταται πλέον ὁ ἐγκέφαλος, εἰ δὲ καὶ ἀποσταίη ποτέ, διὰ γοῦν τὰς ὑποκειμένας τοῖς ὀστοῖς [τὰς] σάρκας οὐκ ἀπόλλυται παντάπασιν ἡ τοῦ δέρματος ὑγρότης, ὥστ' οὐδὲ τρίχες. ἐμάθετε γὰρ ἐν τοῖς Περὶ κράσεων ὑπομνήμασι μήτ' ἐκ τοῦ ἐνύγρου δέρματος φύεσθαι τρίχας μήτ' ἐκ τοῦ ξηρανθέντος σφοδρῶς. ὑγρὸν μὲν οὖν ἐστι τὸ περὶ τὴν κεφαλὴν δέρμα παισὶ καὶ γυναιξὶ καὶ τοῖς εὐνούχοις, ξηρὸν δ' ἀμέτρως τοῖς φαλακροῖς. ὅτι δ' ὁ ἐγκέφαλος ἐπὶ μὲν τῶν νέων ψαύει τοῦ κρανίου μαλακὸς ὢν καὶ ὑγρὸς ἅπασάν τε τὴν ἔνδον εὐρυχωρίαν κατείληφε, τοῖς γηρῶσι δ' ἀφίσταται ξηραινόμενός τε καὶ συνιζάνων, ἐθεάσασθε πολλάκις ἐν ταῖς τῶν ζῴων ἀνατομαῖς. νυνὶ δ' οὐκ ἀποδείξεις πρόκειται γράφειν τῶν Ἱπποκράτους δογμάτων, ὅτι μὴ πάρεργον, ἀλλ' ἐξηγεῖσθαι τὴν ἀσαφῆ λέξιν, ἅμα καὶ τῷ διὰ κεφαλαίων ἐνίοτε τὰς αἰτίας προστιθέναι κατὰ τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογμάτων. ὅτι δ' ἀνάλωσιν ἐγκεφάλου τὴν τελείαν ἀπώλειαν, ὡς