Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.31
Not analysed yet
ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστήρ, ὡς Δαμναγόρᾳ, οἷσιν ἐν τούτοισι ψόφος. ἀφεῖλε γὰρ οὗτος τὸ δέλτα. οὐ μὴν οὐδὲ κατὰ τὴν ἐξήγησιν τοῦ ψόφος ὀνόματος ὡμολόγησαν ἀλλήλοις οἱ ἐξηγηταί, τινὲς μὲν βορβορυγμὸν δηλοῦσθαι λέγοντες, ἔνιοι δ' ἐρυγήν, ἔνιοι δὲ τὰς κάτω διεξιούσας φύσας, ἔνιοι δ' ὅ τι ἂν ᾖ τούτων ἁπλῶς, ἡτισοῦν ἐν τοῖς ἐντέροις κίνησις αἰσθητὴ ταῖς ἀκοαῖς, εἰσὶ γὰρ καὶ ἄλλαι τινὲς ἔξωθεν τῶν βορβορυγμῶν ἐν τοῖς ἐντέροις κινήσεις τε καὶ ψόφοι, τινὲς μὲν ἤχοις ἐοικότες, τινὲς δὲ συριγμοῖς ἤ τινι τοιουτοτρόπῳ ψόφῳ. Ἀρκεσιλάῳ δὲ <καὶ ᾤδεε. Ἀρκεσιλάῳ>, φησίν, οὐ μόνον ἐφυσᾶτο ἡ γαστήρ, ἀλλὰ καὶ ᾤδει, τουτέστιν οἴδημα εἶχεν. εἴρηκα δὲ ἤδη πολλάκις οἴδημα καλεῖν αὐτὸν ἅπαντα τὸν παρὰ φύσιν ὄγκον, εἴτε φλεγμονώδης εἴτ' ἐρυσιπελατώδης εἴτε σκιρρώδης εἴη, τῶν νεωτέρων μόνον τὸν χαῦνον ὄγκον οἴδημα καλούντων. ἀλλά γε ποῖόν τινα λέγει τὸν ὄγκον γενέσθαι τῷ Ἀρκεσιλάῳ, ζήτημά ἐστιν οὐ μικρόν. ἐμοὶ μὲν οὖν δοκεῖ τὸν ἰδίως ὑπὸ τῶν νεωτέρων ὀνομαζόμενον εἰρη|