Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.313
Not analysed yet
πολλῷ καὶ δαπανήμασιν ἐκγραφήσεσθαι. βέλτιον οὖν ἔδοξεν ἐξηγεῖσθαι μὲν ἐν τούτοις τοῖς ὑπομνήμασι τὴν διάνοιαν ἑκάστης ῥήσεως, ὅπερ ἴδιόν ἐστιν ἐξηγητοῦ, προστιθέναι δὲ καὶ τὰς αἰτίας ἐνίοτε τοῖς εἰρημένοις ὑπ' αὐτοῦ κατὰ τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογμάτων, αὐτὰ δὲ τὰ δόγματα μὴ κατασκευάζειν μὲν ἐνταῦθα, μόνον δ' ἀναμιμνῄσκειν, ἐν τίσιν ἤδη βιβλίοις τῶν ὑπ' ἐμοῦ γεγραμμένων ἀποδέδεικται, καθάπερ καὶ νῦν ὅτι μὲν ἑλκόντων τὸν οἰκεῖον χυμὸν ἐφ' αὑτὰ τῶν τρεφομένων ἡ πρὸς αὐτὰ γίνεται φορὰ τῆς τροφῆς ἐν τοῖς Τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἀποδέδεικται, τὸ δ' ἔκπνουν τε καὶ εἴσπνουν ὅλον τὸ σῶμα διά τε τοῦ Περὶ χρείας ἀναπνοῆς ὑπομνήματος καὶ τοῦ Περὶ χρείας σφυγμῶν, ὧν ἐν μὲν τῷ προτέρῳ λεχθέντι τὴν χρείαν τῆς ἀναπνοῆς ἐδείξαμεν εἶναι φυλακὴν τῆς συμμετρίας τοῦ κατὰ τὴν καρδίαν θερμοῦ, κατὰ δὲ τὸ Περὶ χρείας σφυγμῶν τὴν καθ' ὅλον τὸ σῶμα μετριότητα τῆς θερμασίας ἐκ τοῦ τῶν ἀρτηριῶν ἔργου φυλάττεσθαι. ταῦτ' οὖν ἐστιν νῦν ἱκανὰ μόνα πρὸς τὴν τοῦ προτέρου μέρους