Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.312
Not analysed yet
ὁμοίως δῆλόν ἐστιν, εἴτε τροφὴν εἴτ' ἀέρα λέγει. δυνατὸν μὲν γὰρ καὶ <τὴν> τροφὴν ἕλκειν τὰς σάρκας ὥσπερ ἐκ τῆς κοιλίας, οὕτω κἀκ τῶν ἔξω μερῶν εἰς τὸ βάθος ἀντεπισπᾶσθαι· δυνατὸν δὲ καὶ τὸν ἀέρα διὰ [δὲ] τῶν καθηκουσῶν ἀρτηριῶν εἰς τὸ δέρμα φέρεσθαι πρὸς τὰς σάρκας ἑλκόμενον ὑπ' αὐτῶν, ὃ καὶ μᾶλλον ἔχεται τῆς κατὰ τὴν ὅλην ῥῆσιν ἀκολουθίας, διαπεφωνημένου γε τοῦ περὶ τῆς ὁλκῆς δόγματος. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν τε καὶ φιλοσόφων οὐδ' ὅλως ὁλκὴν ἔφασαν εἶναι, τινὲς δ' εἶναι μέν φασιν, ἐν ταῖς σαρξὶ δ' οὐκ εἶναι. τὸ γράφειν δ' ἀποδείξεις ἁπάντων τῶν τοιούτων ἐν ἐξηγητικοῖς ὑπομνήμασιν ἀδύνατον ἔφην εἶναι. πολλάκις τε γὰρ ἠναγκάσθην ἂν λέγειν τὰ αὐτά, <ὥστ' οὐ μόνον> πλῆθός τε καὶ μῆκος ὑπομνημάτων ἔσεσθαι μηδ' ἀριθμηθῆναι ῥᾳδίως δυναμένων, ἀλλ' οὐδὲ τὸν τῆς ζωῆς χρόνον ἱκανὸν ἔσεσθαι πρὸς τὴν τῶν Ἱπποκράτους βιβλίων ἐξήγησιν, ἥτις ἑκάστου δόγματος ἀεὶ τὰς ἀποδείξεις γράφει καθ' ἑκάστην ῥῆσιν, ἔτι τε τοῖς ἀναγνωσομένοις ὀχληρὸν <ἦν> τὸ πρᾶγμα καὶ τοῖς κατασκευάσαι βουλομένοις τὰ ὑπομνήματα σὺν χρόνῳ |