Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.316
Not analysed yet
φησι τὸ φλέβιον τῷ τοῦ αἵματος πλήθει θερμαινόμενον ἀνίσχει τὸ καυσῶδες καὶ ἀποκρίνει, καυσῶδες δὴ λέγων τὸ γεννώμενον ἐκ τῆς θερμασίας, ὅπερ οἷον λιγνύς τίς ἐστι τοῦ θερμαινομένου χυμοῦ σφοδρότερον. τοῦτο δ' ὡς ἂν θερμὸν τῇ κράσει καὶ λεπτὸν ὑπάρχον τῇ συστάσει ῥᾳδίως ἀποκρίνεται. ταύτην ἐγὼ νομίζω πιθανωτέραν εἶναι τὴν ἐξήγησιν, εἴπερ γε δεῖ τὸ ἀληθὲς ἅμα καὶ τοῖς Ἱπποκράτους δόγμασιν ἀκόλουθον ἔχειν σκοπόν. ὅτι δ' οὖν ἀληθές ἐστι τὸ νῦν εἰρημένον ὑπ' ἐμοῦ δόγμα δέδεικται μὲν κἀν τῷ Περὶ χρείας ἀναπνοῆς, δέδεικται δὲ καὶ διὰ τοῦ Περὶ χρείας σφυγμῶν. ἐν μὲν γὰρ ταῖς εἰσπνοαῖς, ἃς διά τε τοῦ στόματος καὶ παντὸς τοῦ δέρματος ἴσχει τὰ ζῷα, διττὴν ἀπεδείξαμεν ὠφέλειαν γίνεσθαι, τονοῦσθαι μὲν ἀεὶ ἐμψυχόμενον τὸ ἔμφυτον θερμόν, ὅπως μὴ διαφορηθὲν ἀπόλοιτο, καὶ μάλισθ' ὅταν αὐξηθῇ ποτε καθ' ἡντινοῦν αἰτίαν, ἐπεγείρεσθαι δὲ καὶ ῥώννυσθαί ποτε βαρυνόμενον ὑπὸ πλήθους ὕλης ψυχρᾶς, ὃν τρόπον καὶ τὸ πῦρ ἐν τῷ ῥιπίζεσθαι· καὶ μέντοι καὶ αὐτὴν αὐτῷ τήνδε τὴν διπλῆν |