Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.317
Not analysed yet
κίνησιν οἰκεῖόν τε καὶ σύμφυτον εἶναι γυμνάσιον εἰς εὐτονίαν ἄγον· αὕτη γὰρ χρεία τε καὶ φύσις γυμνασίων ἐστίν. καὶ τοίνυν ἔμπροσθεν εἰπὼν ὁ Ἱπποκράτης "σάρκες ὁλκοὶ <ἐκ κοιλίης> καὶ ἔξωθεν", εἶτ' ἐπὶ τούτῳ προσθεὶς "ὡς ἔκπνουν <καὶ> εἴσπνουν ὅλον τὸ σῶμα", τῆς μὲν οὖν εἰσπνοῆς αὐτῆς τὴν γένεσιν καὶ τὴν χρείαν ἐνεδείξατο διὰ τοῦ "σάρκες ὁλκοί", περὶ δὲ τῆς ἐκπνοῆς οὐδὲν εἰπὼν εἰκότως ἐν τῇ νῦν προκειμένῃ ῥήσει περὶ αὐτῆς διῆλθεν ἐπὶ τῶν ἀρτηριῶν ποιησάμενος τὸν λόγον ὄντα μὲν κοινὸν καὶ πρὸς τὴν καρδίαν, ἀμυδρότερον δὲ φαινόμενον. ὅτι δὲ κοινός ἐστι δῆλον ἐνθένδε· διὰ τὴν ἔμφυτον θερμασίαν ἐδείξαμεν γεννᾶσθαι τὸ λιγνυῶδες περίττωμα κατὰ τὸ αἷμα, καὶ μάλισθ' ὅταν ᾖ θερμότερον. ἀποκρίσεως οὖν αὐτῷ χρεία δηλονότι καὶ ταύτην ἡ φύσις ἐτεχνήσατο τοῖς μὲν ἐκ τῆς καρδίας ἐκκριθησομένοις διὰ τῆς ἐκπνοῆς, τοῖς δὲ καθ' ὅλον τὸ σῶμα διὰ τῆς τῶν ἀρτηριῶν συστολῆς. τὰ μὲν οὖν ἐκ τούτων τε καὶ τῶν φλεβῶν (ἐδείχθησαν γὰρ αὐταῖς συνανεστομωμέναι) διὰ τοῦ δέρματος εὐθέως ἐκκρίνεται τῇ συστολῇ τῶν ἀρτηριῶν |