Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.328
Not analysed yet
κίκινον, σινάπινον, ῥαφάνινον, ὑγρὰ μὲν ταῦτα, πεπηγότα δὲ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον, αἵ τε ῥητίναι καὶ μάλιστ' αὐτῶν αἱ αὐτόρρυτοι καλούμεναι, θαψία τε καὶ εὐφόρβιον οἵ τε ὀποὶ πάντες, ὁ Κυρηναῖος, ὁ Παρθικός, ὁ Μηδικός, ὁ Ἀσσύριος, ὁ σαγαπηνός, ὁ ἐκ τῶν τιθυμάλλων, ὁ ἐκ τοῦ πάνακος ὁ ἰδίως ὀποπάναξ καλούμενος. ἐκ τοῦδε τοῦ γένους ἐστὶ καὶ ἡ χαλβάνη καὶ ἄλλα πολλὰ περὶ ὧν ἔμαθες ἐν ταῖς Τῶν ἁπλῶν φαρμάκων δυνάμεσιν. ἐάν τε γὰρ ὀπὸς ᾖ τινος, ἐάν τε χυλός, ἐν τῇ τῶν χυμῶν προσηγορίᾳ περιλαμβάνεται. τούτου τοίνυν τοῦ γένους ἔσται καὶ ἡ ὑγρὰ πίττα καὶ τὸ πίσσανθος ὀνομαζόμενον, ἔτι τε καὶ τὸ κατὰ τὴν Κιλικίαν καπνέλαιον ἕτερά τε μυρία τὰ μὲν ἐκ βοτανῶν, τὰ δ' ἐκ θάμνων, τὰ δ' ἐκ δένδρων γινόμενα, καθ' ὧν ὄνομα κοινόν ἐστι τὸ φυτόν, οὗ νῦν Ἱπποκράτης ἐμνημόνευσεν <λέγων τὸ> φυτῶν χυμοί. προσέθηκε δ' αὐτοῖς ἐφ' ὧν δύναμιν ἔχουσιν, ἀσαφῆ διὰ συντομίαν τὸν λόγον ἐργασάμενος. εἰκότως τοιγαροῦν οἱ ἐξηγηταὶ διηνέχθησαν, ἄλλος ἄλλως οὐ μόνον ἐξηγησάμενοι τὴν λέξιν, ἀλλὰ καὶ