Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.327
Not analysed yet
μαίνει. τῇ ψύξει δὲ σπανιώτερον ἐπὶ τῶν ὀδυνωμένων χρώμεθα, πυκνούσῃ μὲν τὴν ἐκτὸς ἐπιφάνειαν αὐτῶν καὶ διὰ τοῦτο τὰς διαπνοὰς εἰργούσῃ, τεινούσῃ δὲ μᾶλλον τὰ τεταμένα. μόνας οὖν τὰς θερμὰς δυσκρασίας, ὅσαι χωρὶς πλήθους συνίστανται, ψῦξις ἰάσεται, καθάπερ ἐπὶ τῶν ἐξ ἐγκαύσεως ὀδυνωμένων τὴν κεφαλὴν ἢ διακαιομένων ὑπὸ πυρετοῦ. καταντλοῦντες οὖν αὐτὴν ῥοδίνῳ ψυχρῷ θεραπεύομεν τὸ σύμπτωμα. καὶ τῶν ἐρυσιπελάτων δὲ τὰ δι' ὑπερβάλλουσαν θερμασίαν ὀδυνῶντα <τοῖς ψύχουσιν ἰώμεθα> καὶ ποδάγρας ὡσαύτως ἐφ' ὧν <ἂν> τὸ ῥεῦμα χολῶδές τε ᾖ <καὶ> θερμόν. ἐφεξῆς δὲ τοῖς εἰρημένοις γέγραπται φυτῶν χυμοί [γ'], ἐφ' ὧν τὴν δύναμιν ἔχουσιν. ἧς πάλιν λέξεως ἡ διάνοιά μοι δοκεῖ τοιαύτη τις ὑπάρχειν· ὀδυνῶν ἰάματά σοι γενήσονταί ποτε καὶ οἱ τῶν φυτῶν χυμοί. ταῦτα δ' ἐστὶ πάμπολλα, τὰ μὲν ὑγρὰ διαμένοντα, τὰ δὲ πηγνύμενα. πρῶτον μὲν τὸ ἔλαιον ἤδη παμπόλλην χρείαν ἡμῖν εἰς τὰς ὀδυνωμένων ἰάσεις τε καὶ παρηγορήσεις παρέχει θερμὸν προσφερόμενον, εἶθ' ἑξῆς ἄλλα πολλὰ τούτου πολὺ μᾶλλον θερμαίνοντα, δάφνινον, κέδρινον, |