Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.33
Not analysed yet
Τίνας λέγει πιτυρώδεις ἄπορον εὑρεῖν, ἐάν γέ τις μή, καθάπερ Ἡροδότου καὶ Κτησίου, μόνον ὡς ἱστορίαν ἀναγινώσκῃ τὰ βιβλία τῶν παλαιῶν ἰατρῶν, ἀλλ' ἕνεκα τοῦ πλέον τι ἔχειν εἰς τὰ τῆς τέχνης ἔργα. πολλοὶ δὲ τῶν ἐξηγητῶν ἀμελήσαντες τούτου καὶ μάλιστα οἱ τὸ σοφιστικὸν εἶδος ζηλώσαντες ἐπὶ τὸ πρόχειρον ἀφικνοῦνται τῆς ἐξηγήσεως, ὃ κατὰ τὴν τῆς λέξεως ἔνδειξίν ἐστιν, οὐκέτι βασανίζοντες ἐπὶ τῶν νοσούντων τὴν τῶν λεγομένων ἀλήθειαν. οὕτως γοῦν καὶ νῦν πιτυρώδεις λελέχθαι δεξάμενοι τοὺς πίτυρα συνεχῶς ἐν τῇ κεφαλῇ γεννῶντας ἀποδιδόναι τούτου τὴν αἰτίαν πειρῶνται, λέγοντες ὑπὸ περιττωμάτων εἰς τὴν κεφαλὴν ἀναφερομένων γίνεσθαι τὰ πίτυρα, φέρεσθαί τε αὐτά φασι πρὸς τὰ μετέωρα ὑπὸ πνεύματος θερμοῦ καὶ διὰ τοῦτο φυσώδεις <εἶναι> τοὺς τοιούτους. μοχθηρὸς δ' ὁ λόγος αὐτῶν ἐστι, πρῶτον μὲν ὅτι τὸ φαινόμενον οὐκ ἔχει μαρτυροῦν· μυρίους γὰρ οἴδαμεν ἥκιστα φυσώδεις, οἷς ἐν τῇ κεφαλῇ συνεχῶς γίνονται πίτυρα· δεύτερον δὲ <ὅτι>, εἰ καὶ τὸ φαινόμενον αὐτοῖς ἐμαρτύρει, πάντων τῶν περιττώματα τρεφόντων |