Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.34
Not analysed yet
θερμὰ κοινὸς <ἂν> ὁ λόγος ἐγίνετο, καὶ τρίτον πρὸς τούτοις, ὅτι τῆς κεφαλῆς αὐτῆς ὡς τὰ πολλὰ διὰ τὴν οἰκείαν κρᾶσίν ἐστι σύμπτωμα τὸ γεννᾶν πίτυρα κατὰ φύσιν ἐχόντων τῶν χυμῶν. εἰκότως οὖν ἔνιοι τὴν παλαιὰν γραφὴν ὑπαλλάξαντες ἔγραψαν· τὸ φυσῶδες συναίτιον τοῖσι πτερυγώδεσιν. ἐμάθετε δ' ὅτι "πτερυγώδεις" ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν τοὺς ὁμοίως ὀρνίθων πτέρυξι τὰς ὠμοπλάτας ἔχοντας ἐκκειμένας τε καὶ προηκούσας εἰς τοὐπίσω. τούτοις οὖν φασι συναίτιον εἶναι τὸ φυσῶδες <τοῦ> ἐμπίπτειν εἰς τὸ πάθος ὥσπερ ἐμπίπτουσι, τουτέστιν εἰς τὴν ἀναγωγὴν τοῦ αἵματος· καὶ γὰρ εἶναι φυσώδεις αὐτούς. ὅτι μὲν οὖν εἰς τὸ ῥαγῆναί τι κατὰ τὸν πνεύμονα συναίτιόν ἐστι τὸ φυσῶδες οὐκ ἄδηλον. εἰ δὲ καὶ φυσώδεις εἰσὶν οἱ στενοθώρακες, τοῦτο διὰ τῆς πείρας βασανιστέον ἡμῖν ἐπιμελῶς. ἐμοὶ μὲν γὰρ ἐφάνησαν ὀλίγου δεῖν ἅπαντες τοιοῦτοι καὶ τάχα διὰ τὴν ἔνδειαν τῆς ζωτικῆς θερμασίας, ἣν ἐκ τῆς καρδίας ὁρμᾶσθαι μεμαθήκατε. μικρὰν οὖν ἔχοντες οἱ πτερυγώδεις <καὶ οἱ στενοθώρακες> τὴν καρδίαν ἀκολούθως ταύτῃ καὶ τὴν ἅπαντι |