Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.333
Not analysed yet
δὲ ὁ Ἱπποκράτης ἔμειξεν ἀμφότερα καὶ τὴν τροφὴν καὶ τὸ πόμα. τοιοῦτον γάρ τι πρᾶγμά ἐστιν ὁ κυκεών, ὡς καὶ παρ' Ὁμήρου μεμαθήκατε, μειγνύντων μὲν <ἄλλων> ἄλλα τῷ οἴνῳ, κοινὸν δ' ἐχόντων ἁπάντων αὐτόν. ἴσως δὲ καὶ τὸ μετ' ἀλφίτων μειγνύναι τὸν οἶνον ἐξ ἀνάγκης μέν, <οὐ μὴν τό γε μετ' ἄλλων ἐκ τοῦ κυκεὼν ὀνόματος ἀξιώσει τις δηλοῦσθαι, τοὺς παλαιοὺς οὕτως μᾶλλον ἐπιδεικνὺς κεχρῆσθαι τῇ προσηγορίᾳ. χρῆσθαι δέ ποτε καὶ τροφῆς χωρὶς οἴνῳ τῶν οὕτως ἀλγούντων τινὰ κελεύσας ἕνεκα τοῦ βεβαιῶσαί μου τὴν ὑπόληψιν ἐθεασάμην, ὡς προσεδόκησα, παροξυνθέντα θερμῶν ἀτμῶν πολλῶν ἀθρόως ἀναδραμόντων ἐπὶ τὸν πεπονθότα τόπον, ἐφ' οἷς ἀνώμαλός τε ἅμα δυσκασία καὶ πλήρωσις ἠκολούθησε τοῦ μέρους. ἐπιδέδεικται δὲ ἡμῖν ἡ μὲν πλήρωσις τῷ διατείνειν πάντῃ τὰ σώματα ὀδύνας ἐργασαμένη τοῖς ἀσθενέσιν, ἡ δ' ἀνώμαλος δυσκρασία διὰ τὸ τινὰ μὲν ἔτι κατὰ φύσιν ἔχειν μόρια, τινὰ δὲ ὁμιλεῖν αὐτοῖς ἐψυγμένα. γίνεται γὰρ ἐν τούτοις <ἡ> ἐκ τῶν παρὰ φύσιν ἐχόντων εἰς τὰ κατὰ φύσιν ἔχοντα διάδοσις τῆς ψύξεως