Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.334
Not analysed yet
ἀνιαρά. τὰ δὲ |ὅλα ψυχθέντα καὶ ὡς ἂν εἴποι τις ἑκτικὴν κτησάμενα τὴν τοιαύτην κρᾶσιν οὐκ ὀδυνᾶται. „τὴν γὰρ φύσιν“, φησί, „διαλλασσομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίνονται“, οὐ διηλλαγμένοις οὐδὲ διεφθαρμένοις ἤδη. τὸν μὲν οἶνον αὐτός τε προσεδόκησα βλάψειν ἄνευ τῆς τροφῆς πινόμενον, ἥ τε πεῖρα μαρτυρήσασα βεβαιοτέραν μοι τὴν πίστιν εἰργάσατο. κυκεὼν δ' οὐκ ἂν βλάψειεν ἔχων ἐν αὑτῷ τὴν τροφήν. ἐκ γὰρ τῆς ἀμφοῖν συμμέτρου μίξεως ὁμαλὴ κατὰ βραχὺ θάλψις ἐν τοῖς πεπονθόσι μορίοις αὐξανομένη χωρὶς ἀτμῶν πολλῶν ἐκθερμαίνει τε τὰ κατεψυγμένα καὶ διαφορεῖ τὰ ἐμπεφραγμένα. διέρχεται γὰρ ὅσα πρότερον ἔν τισιν ἐσφηνώθησαν διὰ πάχος αὐτά τε λεπτυνόμενα καὶ χεόμενα τῶν τε περιεχόντων αὐτὰ σωμάτων ἀραιοτέρων ἀποτελουμένων, ἅπερ ἀπὸ τῶν θερμαινόντων ὁμαλῶς γίνεσθαι φιλεῖ. καὶ οἱ πταρμοὶ δὲ (καὶ γὰρ τούτους ἐφεξῆς <τῆς ψύξεως> ἔγραψεν) ἐναργῶς φαίνονται κεφαλαλγίας ἰώμενοι τὰς ἐπὶ πλήθει φυσώδους πνεύματος γινομένας. ταυτὶ μὲν οὖν ἅπαντα μέχρι τοῦ κυκεὼν ἐπιδέδεικταί μοι τοῦ προτεθέντος ἐξ |