Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.337
Not analysed yet
καλεῖται δὲ ἀλεξι|φάρμακα μέν, ὅσα τοῖς δηλητηρίοις ἀνθίσταται, θηριακὰ δὲ ὅσα τὰς τῶν θηρίων ἰᾶται δήξεις. ἴσως δέ τις ἀξιώσει καὶ τὴν τῶν καθαιρόντων φαρμάκων ὕλην ἐν τοῖς δηλητηρίοις περιέχεσθαι, διαφθείρει γὰρ ἡμᾶς καὶ ταῦτα πλείω τοῦ συμμέτρου δοθέντα. τοῦτο δ' <εἰ> συγχωρήσαιμεν, ἀκόλουθον ἡμῖν ἔσται τά τ' ἀλεξιφάρμακα καὶ τὰ θηριακὰ ἐν τοῖς δηλητηρίοις συγκαταριθμεῖν, ἐπειδὴ καὶ ταῦτα ἀναιρεῖν πέφυκεν, εἰ μή τις αὐτῶν βραχὺ προσενέγκαιτο παντάπασιν. ἀλλὰ δι' αὐτὸ τοῦτό μοι δοκοῦσιν <οἱ> ἰατροὶ θανάσιμα μὲν πολλὰ φάρμακα καλεῖν, ὧν ἀναγκαῖον ὄφελός τι κατὰ καιροὺς γίνεται, δηλητήρια δὲ τὰ μηδέποτε μηδὲν ὀνοῦντα μήτε νοσοῦντας ἀνθρώπους μήθ' ὑγιαίνοντας· οὔτε γὰρ ἀκόνιτον οὔθ' ὑδράργυρος οὔτε λιθάργυρος οὔτε λαγωὸς θαλάττιος εἴσω τοῦ σώματος λαμβανόμενος παρέχει τινὰ ἡμῖν ὠφέλειαν, ὥσπερ καὶ τἄλλα πολλά, περὶ ὧν ἐν τοῖς κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ὠφελοῦσί τε καὶ βλάπτουσιν εἴρηται. |