Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.336
Not analysed yet
ἐπικρα<τη>τικὸν γάρ τοι καὶ τοῦτ' ἐστὶ τῶν δριμυτή|των διαβρωτικῶν. ὄξος δ' ἕνεκα τοῦ τέμνειν χυμοὺς κολλώδεις, ὡς ἐπὶ τῶν μυκήτων, ἢ καὶ ψύξεως ἕνεκεν, ὡς ἐπὶ θαψίας. τοὺς δ' ἅλας, ὡς ἐκδαπανῆσαι δυναμένους ὅλην τὴν οὐσίαν τῶν κακούργων χυμῶν τε καὶ φαρμάκων. ἀλλ' ἐπεὶ μὴ μόνον ὠφέλειαι καὶ βλάβαι τοῖς σώμασιν ἡμῶν γίνονται κατὰ τὰς τῶν ὁμιλούντων ἁπλᾶς ποιότητας, ἀλλὰ καὶ καθ' ὅλην τὴν οὐσίαν (ἐμάθετε γὰρ καὶ τοῦτο δι' ἑτέρων ὑπομνημάτων), προσηκόντως ἂν εἰρημένον εἴη τὸ φυτῶν χυμοὶ ἐφ' ὧν τὴν δύναμιν ἔχουσιν. καὶ γὰρ καθ' ὅλην τὴν οὐσίαν ἰδιότητες ἤτοι οἰκεῖαι τοῖς σώμασιν ἡμῶν ἢ ἀλλότριαι κατὰ τέτταρας ὕλας εἰσὶ καθαρτικὰ φάρμακα καὶ τροφαὶ καὶ τρίτα πρὸς αὐτοῖς ἃ νῦν Ἱπποκράτης ὠνόμασε κακοῦργα καὶ τέταρτα τὰ τούτων ἰατρικά. τεμνομένου δὲ τοῦ τρίτου γένους τῆς ὕλης εἴς τε τὰ δηλητήρια καλούμενα φάρμακα καὶ τοὺς ἰοὺς τῶν θηρίων, διττὴ καὶ τῶν ταῦτα θεραπευόντων ἐστὶν ἡ ὕλη.