Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.339
Not analysed yet
μέσα δὲ αὐτῶν, ὡς μήτ' ἐπαι|νεῖσθαι μήτε ψέγεσθαι, πλείονα χρόνον ζήσαντα τεθνήξεσθαι. τὰ μὲν οὖν ἄλλα συμπτώματα μεταξύ πώς ἐστιν ὀλέθρου καὶ σωτηρίας, ἡ δὲ ὀνυχογραφηθεῖσα ῥίς, εἶτα μὴ μεθεῖσα τοῦ αἵματος (οὕτω γὰρ ἔγραψε Ζεῦξις· "ῥὶς ὀνυχογραφηθεῖσα οὐκ ἀφῆκεν αἷμα") χαλεπώτατον σημεῖον. εἰ δ' εἴη γεγραμμένον, ὥσπερ οὖν ἐν τοῖς πλείστοις <ἀντιγράφοις> γέγραπται ῥὶς ὀνυχογραφηθεῖσα, οὐχ ᾑμορράγησεν, ὀλέθριον μὲν καὶ οὕτως, ἧττον δὲ τοῦ μηδ' ὅλως αἷμα μεθεῖναι. πρόδηλον δ' ὅτι τῆς χειρουργίας καλῶς γενομένης ὅμως οὐκ ἐρρύη τὸ αἷμα. τὴν ἀρχὴν γὰρ οὐκ ἂν ἔγραψε κατὰ τὴν διήγησιν ὀνυχογραφηθῆναι μὲν τὴν ῥῖνα, μὴ γενέσθαι δὲ τὴν αἱμορραγίαν, εἰ περὶ τὴν <μοχθηρὰν> χειρουργίαν τοῦτο συμβεβήκει. λέγουσι <δὲ> τοὺς παλαιοὺς οὐ μόνον τοῖς ἰδίοις ὄνυξι τὴν ῥῖνα διαιρεῖν, ἀλλὰ καὶ σιδήρῳ τινὶ πρὸς αὐτὸ τοῦτο παρεσκευασμένῳ, καὶ ἐοίκασι κατά γε τὸν ἐν τῷ λόγῳ τῷδε προκείμενον ἄρρωστον διὰ τὴν καρηβαρίαν ἐπὶ τὴν διαίρεσιν αὐτῆς οἱ θεραπεύοντες τὸν ἄνθρωπον ἰατροὶ παραγενέσθαι. τὸ δ' ἐπὶ τοῦ σπληνὸς εἰρημένον· ἀριστερὸς