Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.340
Not analysed yet
σπλὴν μέγας οἱ μὲν |οὕτως προσκεῖσθαι νομίζουσιν ὡς τῷ "γάλα" τὸ "λευκὸν" ὁ ποιητὴς προσέθηκε καὶ τῷ "σύες" τὸ "χαμαιευνάδες", οὐκ ὄντος οὔτε γάλακτός τινος, ὃ μὴ λευκόν ἐστιν, <οὔτε συῶν, αἳ μὴ> χαμαιευνάδες εἰσίν. ἐγκειμένου δὲ τῇ ῥήσει καὶ τοῦ βήσσειν αὐτὸν <ἐκ> κορυφῆς ἐγένετο καὶ περὶ τούτου τοῖς ἐξηγησαμένοις τὸ βιβλίον ἀμφισβήτησις, ἐνίων μὲν ἐκ τῆς κεφαλῆς τὴν βῆχα γενέσθαι λεγόντων, οὐχ ὡς εἴωθε πολλάκις ἐκ τοῦ θώρακός τε καὶ πνεύμονος καὶ τῆς τραχείας ἀρτηρίας, ὅταν ταῦτα πρῶτον πάθῃ, τινῶν δὲ τὸ ἐκ κορυφῆς κυρίως λελέχθαι νομιζόντων, ἵνα μὴ μόνον ἐκ τῆς κεφαλῆς κατάρρους τις αἴτιος εἴη τῆς βηχός, ἀλλὰ καὶ κεφαλῆς αὐτῆς ἐκείνου τοῦ μέρους, ὃ κορυφὴν ὀνομάζομεν. |