Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.341
Not analysed yet
Οἱ ὑπὸ τεταρταίου ἁλισκόμενοι ὑπὸ τῆς μεγάλης νόσου οὐχ ἁλίσκονται· ἢν δ' ἁλίσκωνται πρότερον καὶ ἐπιγένηται τεταρταῖος, παύονται. Τὴν ἐπιληψίαν οἱ παλαιοὶ καὶ μεγάλην νόσον ἐκάλουν καὶ πάθος παίδειον, ὥσπερ αὐτὸς ὁ Ἱπποκράτης ἐν τῷ Περὶ ὑδάτων <καὶ> ἀέρων καὶ τόπων, ἐπειδὴ κατὰ τὴν τῶν παίδων ἡλικίαν πλεονάζει, τινὲς δὲ "Ἡρακλείαν" αὐτὴν ἐκάλεσαν, οὐχ ὡς ἐπιλήπτου τοῦ Ἡρακλέους ὄντος, ἀλλ' ἐοίκασιν οὗτοι <τοῖς τὴν μεγάλην> ὀνομάσασιν αὐτὴν ὡσαύτως γε γνόντες ἐνδεικτικὸν μεγέθους ὄνομα ποιῆσαι τὴν Ἡρακλείαν. "ἱερὰν" δὲ "νόσον" ἔνιοι κατὰ ψευδῆ δόξαν ὠνόμασαν, ὡς κἀν τῷ Περὶ τῆς ἱερῆς νούσου συγγράμματι δεδήλωται. γίνεται μὲν οὖν καὶ ἀπ' ἄλλων μορίων πασχόντων ἐνίοτε τὸ πάθος τοῦτο. τοῖς πλείστοις δὲ πρῶτος αὐτὸς ὁ ἐγκέφαλός ἐστιν ὁ πάσχων οὐχ ἑτέρῳ συμπάσχων. αἴτιον δὲ τοῦ νοσήματος παχὺς καὶ ψυχρὸς χυμὸς ἀθροιζόμενος μὲν ἐν ταῖς |