Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.343
Not analysed yet
ματος. ἐν δὲ <τῷ πρώτῳ> τούτων τῶν Ἐπιδημιῶν οὕτως ἔγραψεν· "ἀσφαλέστατος δὲ πάντων καὶ ῥήϊστος <καὶ> μακρότατος ὁ τεταρταῖος. οὐ γὰρ μόνος αὐτὸς ἐφ' ἑαυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων ῥύεται." πρόδηλον δ' ὅτι τοῖς ὑπὸ τεταρταίου πυρετοῦ φθάνουσιν ἐνοχλεῖσθαι γενέσθαι τὴν ἐπιληψίαν ἀδύνατον. ὅπου γὰρ καὶ οὖσαν ἤδη τεταρταῖος πυρετὸς εἴωθε παύειν, πολὺ δή που μᾶλλον οὐκ ἂν ἐπιτρέποι γενέσθαι τὴν μηδέπω πρόσθεν οὖσαν. Ἀνθ' οἵων αἱ νοῦσοι. Τοῦτο τοῖς προγεγραμμένοις ἐπεφώνησε, δύναμιν ἔχον τοιαύτην· "ἀνθ' οἵων νούσων οἷαι νοῦσοι γίνονται καλὸν ἐπίστασθαι." προσυπακοῦσαι γὰρ δεῖ τοιοῦτον. ὥσπερ γὰρ ὁ τεταρταῖος ἐπιληψίαν ἰᾶται καὶ πυρετὸς ὁστισοῦν σπασμὸν ἢ καὶ κατάρρουν καὶ ἆσθμα, κατὰ τὸν αὐτὸν τρόπον |