Ancient Greek · ~1 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.344
Not analysed yet
ὀφθαλμίαν μὲν διάρροια, λειεντερίαν δὲ ὀξυρεγμία καὶ πλευρῖτις περιπνευμονίαν, λήθαργον φρενῖτις. ἔμπαλιν δὲ οὐκ ἐπ' ἀγαθῷ φρενῖτις μὲν εἰς λήθαργον, πλευρῖτις δὲ εἰς περιπνευμονίαν μεταπίπτει. καὶ μὴν καὶ μελαγχολίαν αἱμορροῒς ὤφθη πολλάκις ἀρχομένην γε κωλύουσα καὶ ἤδη γεγενημένην ἰασαμένη καὶ σπλῆνα σκιρρούμενον, ἀλλὰ καὶ οἱ κιρσοὶ τὰ αὐτὰ τοιαῦτα θεραπεύουσι, ποδάγρας τε καὶ ἀρθρίτιδας