Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.42
Not analysed yet
τί τὸν ἀπορητικὸν σύνδεσμον προσέθηκεν, οὐχ ἁπλῶς εἰπὼν τὸ "σύναγμα παιδίοισιν, ὅτι θερμότερα". τὸ γὰρ ἆρα ὅτι θερμότερα τοῦ μὴ τολμῶντος ἀποφήνασθαι βεβαίως ἐστὶν ἐνδεικτικόν. καίτοι γε ἐν τοῖς Ἀφορισμοῖς ἁπλῶς ἔφη· "τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν." τὸ μὲν οὖν ὄνομα τοῦ συνάγματος ἐν μόνῳ τῷ ἑβδόμῳ τῶν Ἐπιδημιῶν εὗρον, εἰπόντος τοῦ γράψαντος αὐτό· "καὶ σύναγμα ἐφαίνετο ἐν τῷ χερνίβῳ." διὰ τί δὲ τὸ μετ' οὔρησιν ἢ διὰ τί τὸ ἆρα προσέθηκεν ἑξῆς ἐπισκεψόμεθα, καὶ πρῶτόν γε τὸ περὶ τῆς ἀπορίας, εἰ καὶ δεύτερον γέγραπται. ἤτοι τοίνυν ἔτι μὲν ἀπορῶν ἔγραψε ταῦτα, τῷ χρόνῳ δὲ εὑρών τινα ἀπόδειξιν ἀπεφήνατο περὶ τῆς τῶν αὐξανομένων κράσεως, ἢ, ὅπερ ἄμεινόν ἐστι καὶ διώρισται πρὸς ἡμῶν ἔν τε τοῖς Περὶ κράσεων ὑπομνήμασι κἀν τοῖς Εἰς τοὺς Ἀφορισμούς, οὐχ ἁπλῶς ἐστι θερμότερος ὁ παῖς τοῦ ἀκμάζοντος, ἀλλὰ τῷ συμφύτῳ θερμῷ θερμότερος. ἐδείχθη δὲ τούτου θερμότερον ἁπλῶς τὸ μὴ σύμφυτον, ᾧ πλεονεκτοῦσιν οἱ ἀκμάζοντες. ὥστ' εἰκὸς ἦν μᾶλλον ὑπὸ τούτου τοῦ θερμοῦ πήγνυσθαι τὸν ἐν |